Ancient Greek
SB 12 10803
Documentary Papyri, SB 12 10803
Not analysed yet
κυρίῳ μου ἀδελφῶι Νείλωι Ἀνατόλιος χαίρειν. καὶ διὰ τίνος ἦν εἰκός σοι γράφειν ὡς διὰ τοῦ κυρίου μου πάτρωνος Θεοφάνους εἰς Ἀλεξανδρείαν ἀποδημοῦντος; πέπεισό μοι γὰρ εἰ βούλῃ ὅτι ὁ πατήρ μου ἔτι τῆς αὐτῆς προθέσεως ἔχεται ὥς σε βουλόμενος ἥκειν. ἐπεῖχε δὲ αὐτὸν τὸ συμβεβηκὸς ἀνθρώπινον τῇ ἀδελφῇ αὐτοῦ τῇ πρεσβυτέρᾳ. μετὰ δὲ τὴν κηδίαν αὐτῆς ἐλεύσεται. προσαγόρευε τὰς κυρίας μου ἀδελφὰς Νειλογενίαν καὶ Κωμασίαν. προσαγόρευε πᾶν ὅτι μοι φίλον. ἐρρῶσθαί σε θεοῖς πᾶσιν εὔχομαι πανοικησίᾳ τῶν ἱερέων τὸ ἀγλάισμα