Ancient Greek
SB 12 10804
Documentary Papyri, SB 12 10804
Not analysed yet
ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Φαμενὼθ τεσσαρο ἐν Σουκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνεισεν Στοτοῆτις Ὥρου ὡς ἐτῶν τεσσεράκοντα ἓξ οὐλὴ καρπῷ δεξίῳ Σουῆρις τῇ Σαταβοῦς Περσίνῃ ὡς ἐτῶν εἴκοσι ὀκτὼ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ὀννόφρεως Ἁρπαγάθου ὡς ἐτῶν τεσσεράκοντα δύο οὐλὴ μετώπῳ μέσῳ καὶ Αὐνὴς Ὀννόφρεως Πέρσῃ τῆς ἐπιγονῆς τοῖς δυσὶ ἀλλήλων ἐγγύοις εἰς ἔκτεισιν ἀργυρίου ἐπισήμου κεφαλαίου νομίσματος δραχμὰς ὀγδοήκοντα τέσσαρες ἃς καὶ εἴληφεν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τόκου ὡς ἐκ δραχμῆς μιᾶς τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσωὁ δεδανεισμένος ὥσπερ πρόκειται λεμ… κεφαλαίου καὶ τοὺς τόκους τῷ Στοτοῆτι ἐν τῶι μηνὶ Μεχὶρ τοῦ εἰσιόντος ἐνάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἐὰν δὲ μὴ ἀποδω καθὰ γέγραπται …χ… …νπα…