Ancient Greek
SB 12 10887
Documentary Papyri, SB 12 10887
Not analysed yet
ἔτους …ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Πτολεμᾶ Ἰσιδώρου τοῦ Φανίου ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ χειρὶ ἀριστερᾷ μετὰ κυρίου τοῦ συνγενοῦς Αρπ…υτου Χαιρήμωνος ὡς ἐτῶν τριάκοντα οὐλὴ γόνατι δεξιῷ Πασιψήμι Ἀσηπιω…ος τοῦ Παν… ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ τραχήλῳ ἐκ δεξιῶν μὴ ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν τὴν Πτολεμᾶν τῶι Πασιψήμι περὶ ἧς ὤφειλεν ὁ Πασιψῆμις τῷ τῆς Πτολεμᾶς πατρὶ Ἰσιδώρῳ Φανίου κατὰ διεγβολὴν τῆς Πτολεμαίου τοῦ Πτολεμαίου τραπέζης Ταμείων τῷ τρίτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Παχὼν κζ εἰς φερνῆς λόγον ἐπὶ τῇ Πτολεμᾷ ἀργυρίου δραχμῶν ὀγδοήκοντα διὰ τὸ τὸν πατέρα περιόντα ἀπεσχηκέναι διὰ χειρὸς καὶ μηδέπω ἀλλήλοις συνεληλυθέναι πρὸς γάμον ὑπογραφή. Πτολεμᾶ Εἰσιδώρου μετὰ κυρίου Αρ…υτου Χαιρήμονος ὁμολογῶ μὴ ἐγκαλεῖν μηδʼ ἐνκαλέσειν τῷ Πασιψήμι περὶ ἧς ὤφειλεν τῷ πατρί μου Εἰσιδώρῳ κατὰ διεκβολὴν φερνῆς δραχμὰς ὀγδοήκοντα διὰ τὸ τὸν πατέρα μου ἐσχηκ…με καὶ μηδέπω ἀλλήλοις συνεληλυθέναι πρὸς γάμον καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῆς Τύραννος Ἡρωδίωνος μὴ εἰδέναι γράμματα. ἐντ…α…