Ancient Greek
SB 12 10888
Documentary Papyri, SB 12 10888
Not analysed yet
…περὶ τοῦ …τοῦ αὐτοῦ καὶ Χαιρήμων τοῦ α… μ… …οφης ἀπὸ ἀμφόδου Ἀράβων …λω… …ρ… συνκεχωρηκέναι τὸν Ἡράκληον μετὰ τὴν ἑαυτοῦ τελευτὴν εἶναι αὑτοῦ κληρονόμον Εὐτυχίδα Ἥρωνος ἧς καὶ εἶναι τὸ ὑπάρχον αὐτῷ ἐν κώμῃ Τεπτύνει μέρος ὅσον ἐὰν ᾖ οἰκιάς καὶ αὐλῆς, τῷ δὲ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ ἀδελφῷ Ἥρωνι συνκεχωρηκέναι τὴν ὑπὸ αὐτοῦ καταλειφθησομένην ἐνδομενίαν πᾶσαν καὶ ἐνοφειλόμενα αὐτῷ καθʼ ὁνδηποτοῦν τρόπον. πρὸς τὴν κληρονόμον οὔσης τῆς τοῦ Ἡρακλήου κηδείας καὶ περιστολῆς καὶ ἀποδόσεως ὧν ἐὰν φανῇ ὀφείλων καθʼ ὁνδηποτοῦν τρόπον, ἐφʼ ὃν δὲ χρόνον περίεστιν ὁ Ἡράκληος ἔχειν τὴν ἐξουσίαν οἰκονομεῖν ὡς ἐὰν αἵρηται.