Ancient Greek
SB 12 10890
Documentary Papyri, SB 12 10890
Not analysed yet
…καὶ Πτολεμαίῳ τ…ω καὶ Ἰουλίῳ γεγυμνασιαρχηκόσι …διʼ Αἰνεου ἐπιτρόπου παρὰ Ἡρακλείδου Χαιρήμονος τοῦ Χαιρήμονος μητρὸς Σαμβοῦτος καὶ τῆς γυναικὸς Διοσκοροῦτος οὔσης δὲ τῆς καὶ ὁμοπατρίου καὶ ὁμομητρίου μου ἀδελφῆς μετὰ κυρίου ἐμοῦ Ἡρακλείδου, ἀμφοτέρων τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Συριακῆς. τοῦ ἐξ ἀλλήλων υἱοῦ Χαιρήμονος προσβαίνοντος εἰς τεσσαρεσκαιδεκαετεὶς τῷ ἐνεστῶτι ιθ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ ὀφείλοντος ἐπικριθῆναι ὑπετάξαμεν τὰ δίκαια. ἀμφότεροι μὲν οὖν ἀπεγραψάμεθα ταῖς κατὰ καιρὸν ἀπογραφαῖς καὶ τῇ τοῦ θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπογραφῇ ἐπὶ Συριακῆς ἀμφόδου, συναπογραψάμενοι τῇ τοῦ θ ἔτους ἀπογραφῇ καὶ τὸν ἐπικρινόμενον υἱὸν Χαιρήμονα· διὸ ἐπιδίδομεν. …εμος γεγυμνασιαρχηκὼς διὰ Τούρβωνος τοῦ καὶ Ἀγαθοῦ Δαίμονος γραμματέως σεσημείωμαι Χαιρήμονα Ἡρακλείδου τοῦ Χαιρήμονος μητρὸς Διοσκοροῦτος. ἔτους ιθ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Μεσορὴ γ.