Ancient Greek
SB 12 10889
Documentary Papyri, SB 12 10889
Not analysed yet
σιτολόγοις κώμης Φιλαδελφείας Ἅρπαλος Ἁρπάλου ἰδιωτικὸς κτηνοτρόφος κώμης Φιλαδελφείας ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Ἀρχίου στρατηγοῦ καὶ Ἑρμείνου βασιλικοῦ γραμματέως Ἡρακλείδου ὑπὲρ φορέτρων οὗ κατῆξα ἀπὸ θησαυρῶν εἰς ὅρμον Κερκῆς δημοσίου πυροῦ καὶ ἐνεβαλόμην α…ρ…εἰς πλοῖα μεγάλου ποταμοῦ τὰς συναγομένας ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβας ιγ γ ιβ μετὰ τὸ ὑπολογηθὲν ὑπὲρ διαφόρου φορέτρου ἀρτάβης ιβ τὰς λοιπὰς ἀπὸ γενήματος ιε ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐπὶ θησαυροῦ τῆς κώμης ἐπακολουθούντων τῶν ἐγμετρητῶν ἀρτάβας δεκατρεῖς τρίτον, γίνονται ἀρτάβαι ιγ γ. ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαῶφι ζ. Ἅρπαλος Ἁρπάλου ἀπέχω καθὼς πρόκειται