Ancient Greek
SB 12 10918
Documentary Papyri, SB 12 10918
Not analysed yet
Φιλορώμαιος Καλπουρνίῳ τῷ ἀξιολογωτάτῳ χαίρειν. τοῦ οἴνου τῆς Νικολαίδος ἐγευσάμεθα τῇ κη καὶ εὕραμεν αὐτὸν ἀντὶ τῶν ξενικοκεράμων παρʼ ὀλίγα καὶ ὄξη ἐν αὐτοῖς ἐναλλάξαι. ἔστι γὰρ πάνυ ἐλαφρὰ τὰ πλεῖστα. μέλλομεν γὰρ χρείαν ἔχειν ξενικοῦ οἴνου εἰς τὰς χρείας Ἀδρειανῶν καὶ Ἀμινναίων. Τυμολίτην γὰρ ἔχομεν. Πτολεμαῖον εὐθέως μεταπέμψομαι. οὐ γὰρ μέλει μοι περὶ τούτων. ἐδήλωσας …νον τῆς Σεντὼ ἐκπλέξαι με εὐθέως. ἐὰν μὴ θέλῃ μετασταθῆναι πωλεῖν ὅ τι εἴωθεν, λαμβάνειν θέλω ζεῦγος ὀθονίων. Οὐ γὰρ δεῖ ……οὐ δὲ ἡμᾶς λαμβάνειν ……τὴν διαταγὴν ……ο δοθῆναι δήλωσον ……ήσεται. ἐρρῶσθαί σε εὔχομαι