Ancient Greek
SB 12 10920
Documentary Papyri, SB 12 10920
Not analysed yet
Πομπήιος Πτολεμαῖος γεγυμνασιαρχηκὼς Δωρίωνι χαίρειν. ἔχω παρὰ σοῦ ἀφʼ οὗ ὀφείλεις ἐκφορίου τοῦ διεληλυθότος τεσσερεσκαιδεκάτου ἔτους ὧν γεωργεῖς ἀρουρῶν περὶ Θεαδελφείαν ἐπὶ λόγου πυροῦ ἀρτάβας ἑκατὸν τριάκοντα, γίνονται ἀρτάβαι ρλ μὴ ἐλαττουμένου μου ὑπὲρ τοῦ λοιποῦ ἐκφορίου ἀκολούθως τῷ ἀναφορίῳ. ἔτους ιε Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἁδριανοῦ ιθ