Ancient Greek
SB 12 11008
Documentary Papyri, SB 12 11008
Not analysed yet
δημοσίοις κώμης Θεαδελφίας παρὰ Πάτρωνος Μάρωνος ἀπὸ τῆς μητροπόλεως. νυκτὶ τῇ φερούσῃ εἰς τὴν νεομηνίαν τοῦ ὄντος μηνὸς Παῦνι τοῦ ἐνεστῶτος δ ἔτους ἀπηνγέλη μοι ὑπὸ τῶν οἰκείων μου Χαιρήμωνά τινα Ἀσκληπιάδου κτενιστὴν ἐξ ὑπερβατῶν εἰσβεβηκέναι εἰς τὴν γειτνεύουσάν μου οἰκίαν Ἀρείου· ὅν τις περικατα …το…μενος προς …παρα…τα …εὐλαβῶς ἔχων μὴ ἄρα ὕστερόν τι ἐπήρειά τις ὑπʼ αὐτοῦ γένηται διὰ τὸ τὴν ἡμετέραν οἰκίαν συνηννῶσθαι τῇ τοῦ Ἀρείου οἰκίᾳ. ὅθεν ἐπιδίδωμι τάδε τὰ βιβλίδια εἰς τὸ φανερὸν ὑμῖν τοῦτο γενέσθαι καὶ ἱκανὸν αὐτὸν παρασχεῖν μὴ ἄρα τι εἰς τὸ ὕστερον ὑπʼ αὐτοῦ πραχθῇ. ἔτους δ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Παῦνι …