Ancient Greek
SB 12 11009
Documentary Papyri, SB 12 11009
Not analysed yet
χαῖρε κύριέ μου Ἀγῆνορ παρὰ Ξενοφῶντος. διὰ Ἁρποκρατίωνος τοῦ κρατίστου ἀναγκαῖον ἦν, κύριε, γράμματά σε κομίσασθαί μου ἵνʼ ἅμα καὶ εἰδῇς με χάριν ὁμολογοῦντα αὐτῶι προθυμότατα τὴν ἀπουσίαν σου ἀναπληροῦντι ἐν οἷς ἐὰν δεηθῶ αὐτοῦ· οὐδὲ ἓν δὲ ἀλλότριον ἐποίει τῆς εἰς σὲ διαθέσεως αὐτοῦ. τὰ κτήματα, ὡς καὶ ἄλλοτέ σοι ἔγραψα, κύριε, τυγχάνει κατὰ δύναμιν καὶ τῶν ἔργων καὶ τῶν ποτισμῶν. ἐρρῶσθαί σε εὔχομαι. Κλαυδίῳ Ἀγήνορι παρὰ Ξενοφῶντος