Ancient Greek
SB 6 9629
Documentary Papyri, SB 12 11078
Not analysed yet
Ἀμμώνιος καὶ Ἀμμώνιος καὶ Ἡ… οἱ ἐξειληφότες τὴν διάθεσιν τῶν χαρτῶν τοῦ Ἀρσινοίτου νομοῦ τῶι ἐν Τεβτύνει ἐπιστάτηι καὶ ἀρχιφυλακίτηι καὶ τοῖς ἄλλοις τοῖς τὰ βασιλικὰ πραγματευομένοις χαίρειν. Ἁρμιύσιον τὸν τὴν ἐντολὴν ὑμῖν ἐπιδεικνύντα προπραγματεύεσθαι τὴν χαρτηράν. καλῶς οὖν ποιήσετε συνεργοῦντες αὐτῶι προθύμως, καὶ ἐάν τινας παραδιδῷ ἀσυντάκτους ὄντας ἢ καὶ χρωμένους ἀχαράκτοις τούτους παραλαμβάνοντες σὺν τοῖς ἐπιτίμοις ἐξαποστέλλετε παραχρῆμα ἐφʼ οὓς καθήκει ὅπως δύνωνται ἀνεμποδίστως ἐκπληροῦν τὰ βασιλικά. ἔρρωσθε. ἔτους α…