Ancient Greek
SB 12 11079
Documentary Papyri, SB 12 11079
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ϛ ὑπατείας τῆς αὐτῶν γαληνότητος τὸ β Φαμενὼθ κα ἰνδικτίονος δ. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ Νέᾳ Ἰουστίνου πόλει λαχόντι τὴν πατερίαν καὶ προεδρίαν καὶ λογιστείαν ἐπὶ τῆς εὐτυχοῦς πέμπτης ἰνδικτίονος ὑπὲρ οἴκου τοῦ τῆς περιβλέπτου μνήμης Τιμαγένους ὑπὲρ ὀνόματος Θεοδος… διὰ σοῦ Θεοδώρου τοῦ αἰδεσίμου διαδόχου Αὐρήλιος Πετρώνιος στιπποχειριστὴς υἱὸς Ἰσακίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι τῇ σῇ αἰδεσιμότητι τῆς αὐτῆς εὐτυχοῦς πέμπτης ἰνδικτίονος Αὐρήλιον Πεκύσιον …ἐγγύη Πετρωνίου στιπποχειριστοῦ υἱοῦ Ἰσακίου