Ancient Greek
SB 12 11262
Documentary Papyri, SB 12 11262
Not analysed yet
ἀντίγραφον διαγραφῆς διὰ τῆς …α…δ…ου τραπέζης. ἔτους …ου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι ιε. Λούκιος Ἰγνάτιος Ῥοῦφος καὶ Τιβέριος Κλαύδιος Ἡράκλειος καὶ Διονύσιος Θ…νοκ… καὶ Ἀφροδίσιος Ἥρωνος οἱ δ καὶ οἱ σὺν αὐτοῖς ναύκληροι Ἥρωνι Πισῦτος ἀπὸ κώμης Ἀνκυρῶνος τοῦ Ἡρακλεοπολίτου νομοῦ κυβερνήτῃ ἰδίου πάκτωνος ἀπέχειν αὐτὸν παρὰ τῶν περὶ τὸν Ῥοῦφον ναῦλον ὧν παρήνεγκεν εἰς τὴν ἐνεστῶσαν ἡμέραν ἀπὸ μὲν τῆς προκειμένης Ἀνκυρῶνος εἰς ὅρμον Πτολεμαίδος τοῦ Ἀρσινοίτου ἄμμου γόμων μ τὰς αἱρούσας ἀργυρίου δραχμὰς ὀγδοήκοντα ὀκτώ, γίνονται δραχμαὶ πη, ὡς εἰς τὸ κατασκευαζόμενον καινὸν θέατρον, μὴ ἐλαττουμένων αὐτῶν ὑπὲρ ὧν ὀφείλει αὐτοῖς ὁ Ἥρων ἄλλων γόμων κγ.