Ancient Greek
SB 12 11263
Documentary Papyri, SB 12 11263
Not analysed yet
…ἐπειδὴ ἔδοξεν ἐν τῇ κρατίστῃ βουλῇ ὥστε τοῦς λελειτουργηκότας μετασχεῖν τῆς τοῦ σιτηρεσίου δόσεως καὶ αὐτὸς λειτουργῶ νῦν ἐπʼ ἀμφόδου Βορρᾶ Δρόμου, ὁ δὲ τοῦ ἀμφόδου φύλαρχος διὰ τῶν ἐπιδοθέντων ὑπʼ αὐτοῦ τῶν ὁμοίων μου κατʼ ἄνδρα βιβλίων οὐκ ἀνείληφεν τὸ ἡμέτερον ὄνομα, ἀναγκαίως τῶνδε τῶν βιβλίων ἐπίδοσιν ποιοῦμαι ἀξιῶν ταγῆναί με πρὸς τὸ καὶ ἐμὲ μετασχεῖν τῆς τοῦ σιτηρεσίου δόσεως κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ κατʼ ἴσον τῶν ὁμοίων μοι. διευτύχει. …