Ancient Greek
SB 14 11372
Documentary Papyri, SB 14 11372
Not analysed yet
τῷ ἀγαπητῷ ἄππα Ὁνωρίῳ Διονύσιος. ἤκουσα τὴν σὴν εὐλάβειαν μεμβράινα ἠγορακέναι. καταξίωσον οὖν, παρακαλῶ, εἰ δυνατόν ἐστιν, σκυλῆναι πρὸς ἡμᾶς, ἵνα σοι διαλεχθῶ, ἵνʼ ὅταν σχολάσῃς, ἄρξῃ γράφειν ἡμῖν βιβλίον διὰ μενβραίνων μηδὲν βλαπτόμενος. πρὸς ταῦτα οὖν καταξίωσον ἀντιγράψαι ἢ ἐλθεῖν, ἵνα ἀμέριμνος γένωμαι καὶ μάθω, πότε ἄρχῃ τοῦ γράφειν μοι ἐμοῦ παρέχοντος ἀντίγραφον. ἄν τινος δὲ χρεία ᾗ, κέλευε ἡμῶν ἡδέως ὑπουργούντων. εὔχου ὑπὲρ ἡμῶν. ἐρρῶσθαί σε εὔχομαι.