Ancient Greek
SB 14 11374
Documentary Papyri, SB 14 11374
Not analysed yet
ἀντίγραφον ἐπιστολῆς. Βαιηνὸς Βλαστιανὸς Φωκίωνι στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων χαίρειν. τὰ ἐπικεφάλια τῶν ἀνακεχωρηκότων ἀπόρων συνήθως ἐκ μερισμοῦ εἰσφερόμενα συγχωρῶ πρὸς τὸ παρὸν ἐπισχεθῆναι, ἵνα οἱ ἐν ἀναχωρήσει ὄντες ἐπανέλθωσι εἰς τὴν οἰκίαν καὶ οἱ ὄντες συμμένειν δύνωνται καὶ ὅπως τοῦτο πάντες εἰδῶσι τῆς ἐπιστολῆς μου τὸ ἀντίγραφον προτεθῆναι ἔν τε τῇ μητροπόλει καὶ καθʼ ἑκάστην κώμην. προσήκει δὲ καὶ σέ μὴ μόνον ταῖς τῶν πρακτόρων καὶ τῶν ἄλλων πραγματικῶν προσφωνήσεσει προσέχειν, ἀλλὰ ἐπιμελῶς ἐξετάζειν τίνες εἰσὶ οἱ τῷ ὄντι ἀνακεχωρηκότες τ…ς προθέντα καὶ τὴν γραφὴν δημοσίᾳ ἐν ταῖς κώμαις ὅθεν ἕκαστοι ἀνεχώρησαν. εἰ γὰρ πρὸς τὸ παρὸν ἀναγκαία ἐγένετο ὑπέρθεσις τῆς εἰσπράξεως, ἀλλ’ οὐ προνοητέον ἐστίν, μηδὲ ὕστερον τοὺς ἐπιχωρίους βαρεῖσθαι εἰσφοραῖς τῶν οὐκ ἀνακεχωρηκότων. ἐρρῶσθαί σε βούλομαι. ἔτους η ὅλων Μεχεὶρ κϛ.