Ancient Greek
SB 14 11376
Documentary Papyri, SB 14 11376
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους η ἐφʼ ἱερέως Ὀνομάστου τοῦ Πύρρωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρχεστράτης τῆς Κτησικλέους μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου. ἐδάνεισε Θεοδότη Λέοντος Κυρηναία μετὰ κυρίου Λέοντος Κυρηναίου τῶν Ζωίλου ἰδιώτου τοῦ αὐτῆς πατρὸς Ζηνίωνι Ἀεινίωι τῶν Ἀντιόχου ἰδιώτηι ἄτοκον ἀργυρίου ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς φ. δότω δὲ Ζηνίων Θεοδότηι ὠνὴν τοῦ ἐπιβληθέντος αὐτῶι …τόπου ἀντὶ τῶν πεντακοσίων δραχμῶν ἃς εἴληφε παρὰ Θεοδότης ἐπὶ τοῦ ἐν Ἡρακλέους πόλει ἀγορανομίου ἢ ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ἡμέρας Θεοδότη Ζηνίωνι προείπηι ἐν ἡμέραις δέκα · ἐὰν δὲ Ζηνίων μὴ δῶι Θεοδότηι ὠνὴν μετὰ τὰς προγεγραμμένας ἡμέρας ἀποτεισάτω Ζηνίων Θεοδότηι τὸ δάνειον τὰς φ δραχμὰς ἡμιόλιον, καὶ ἡ πρᾶξις ἔστω Θεοδότηι παρὰ Ζηνίωνος πρασσούσηι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω ἂν ἐπιφέρηται. μάρτυρες· Εὐρυμέδων …συγγραφὴ …δὴ …ουγιων