Ancient Greek
SB 14 11375
Documentary Papyri, SB 14 11375
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἑνδεκάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρείαι μηνὸς Δύστρου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Νικίας Ἡρακλείτου Κυρηναίος τῆς ἐπιγονῆς ἔχειν παρὰ Τροχοῦ τοῦ …νίκου Πέρσου τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς πεντακοσίας τιμὴν τοῦ ἡμίσους τῆς ὑπαρχούσης αὐτῶι καὶ Ἑρμίππωι αὐλῆς καὶ τοῦ …ητος ὧν γείτονες· ἀπὸ μὲν νότου τὰ αὐτοῦ καὶ τὰ Ἑρμίππου, ἀπὸ δὲ βορρᾶ τὰ …καὶ τὰ Π…υιτος ?,ἀπὸ δὲ λιβὸς τὰ Ἑρμίππου, ἀπὸ δὲ ἀπηλιώτου τὰ Ε…άτους καὶ εἴσοδος καὶ ἔξοδος, ἐφʼ ὧι εἰσόδωι καὶ ἐξόδωι τῆς αὐλῆς χρήσεται διὰ τῆς ὑπαρχούσης εἰσόδου καὶ ἐξόδου μετὰ τῶν παρὰ Νικίου. δότω δὲ Νικίας Τροχῶι ὠνὴν τοῦ ἡμίσους τῆς αὐλῆς τοῦ αὑτοῦ μέρους ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ἡμέρας Τροχὸς Νικίαι προείπηι ἐν ἡμέραις δέκα τασσομένου Τροχοῦ τὰ γεινόμενα τέλη. ἐὰν δὲ Νικίας μὴ δῶι Τροχῶι ὠνὴν κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Νικίας Τροχῶι τὰς πεντακοσίας δραχμὰς τὴν τιμὴν ἡμιόλιον, καὶ ἡ πρᾶξις ἔστω Τροχῶι παρὰ Νικίου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἄν ἐπιφέρηται. μάρτυρες· βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους ἑνδεκάτου ἑφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρείαι μηνὸς Δύστρου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Νικίας Ἡρακλείτου Κυρηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Τροχοῦ τοῦ …νίκου Πέρσου τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς πεντακοσίας τιμὴν τοῦ ἡμίσους τῆς ὑπαρχούσης αὐτῶι καὶ Ἑρμίππωι αὐλῆς καὶ του …ητος ἐν κώμηι Θώλθει τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ ὧν γείτονες· ἀπὸ μὲν βορρᾶ τὰ …καὶ τὰ Π…υιτος ?,ἀπὸ δὲ νότου τὰ Ἑρμίππου καὶ τὰ αὐτοῦ, ἀπὸ δὲ λιβὸς τὰ Ἑρμίππου, ἀπὸ δὲ ἀπηλιώτοῦ τὰ Ε…άτους καὶ εἴσοδος καὶ ἔξοδος, ἐφʼ ὧι κοινῆι εἰσόδωι καὶ ἐξόδωι χρήσεται Τροχὸς διὰ τῆς ὑπαρχούσης εἰσόδου μετὰ τῶν παρὰ Νικίου κοινῆι. δότω δὲ Νικίας Τροχῶι ὠνὴν τοῦ ἡμίσους τῆς αὐλῆς καὶ τοῦ …ητος τῆς αὐλῆς τοῦ αὑτοῦ μέρους ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ἡμέρας Τροχὸς Νικίαι προείπηι ἐν ἡμέραις δέκα τασσομένου Τροχοῦ τὰ γεινόμενα τέλη. ἐὰν δὲ Νικίας μὴ δῶι …τωι αν…τη… Τροχ …ὠνὴν κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Νικίας Τροοχῶι τὰς πεντακοσίας δραχμὰς τὴν τιμὴν ἡμιόλιον, καὶ ἡ πρᾶξις ἔστω Τροχῶι παρὰ Νικίου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες·