Ancient Greek
SB 14 11584
Documentary Papyri, SB 14 11584
Not analysed yet
…Ἰσιδώρωι τὼ ἀδελφῶι χαίρειν. εὐθὺς ἐλθὼν εἰς τὴν Ἀντινόου ἐκομισάμην σου τὰ γράμματα διʼ ὧν ἔδοξά σε θεωρεῖν. διὸ παρακαλῶ τὸ αὐτὸ ποιεῖν συνεχῶς, οὕτως γὰρ αὐξηθήσεται ἡμῶν ἡ φιλία. ὃταν δέ σοι βραδέως γράφω, διὰ τὸ μὴ εὑρίσκειν μηδένα πρὸς σὲ ἐρχόμενον ῥαδίως τοῦτο γίνεται. περὶ οὗ σοι χρεία ἐστὶν ἐπίστελλέ μοι εἰδὼς ὅτι ποιήσω ἀνυπερθέτως. εἰ ἐπιστολὴν γράφεις μοι, Ἑρμῆτι τῶι φίλῳ παρὰ Ἀρτεμᾶν πέμπε ἵνα μοι ἀναδῷ. ἀσπάζεταί σε πολλὰ αὐτὸς Ἑρμῆς καὶ Ταυσῖρις ἡ ἀδελφή. ἔρρωσο. ἀπόδος τῷ φίλῷ Ἰσιδώρῳ ἐν Φιλαδελφείᾳ παρὰ …