Ancient Greek
SB 14 11585
Documentary Papyri, SB 14 11585
Not analysed yet
Θερμοῦθις Νεμεσίωνι χαίρειν. θέλω σε γινώσκειν ὅτι ἣκει Λούκιος. περὶ τοῦ σάκκου αὐτοῦ τοῦ παχέως οὗ ἔχεις ἐν τῇ πόλει, ἂν καταβαίνῃς κατένεικον. τὸν σουβρικὸν ἔχει ὧδε. ἐπάνω αὐτῷ δέδωκα μόνῃ μαρτυρίᾳ αὐτοῦ ὅπως ἔχῃ αὐτὸν ἕως καταβῇς. καὶ περὶ τῶν μισθῶν τῶν ποιμένων, ἔλεγε ὅτι πέμπω στρατιώτην ……παραυτά, λέγει, ἵνα συλήσῃ τὰ παραμεμένηκε τῶν ποιμένων. τὴν τύλην ἡμῶν οὐ δέδωκε. ὅτι φέρε τὴν ἐμὴν τὴν παλαιάν, λέγει. καὶ περὶ τῆς ἄμης λέγει ὅτι ᾐτήσω αὐτοὺς τρεῖς στατῆρας τῆς ἄμης. ἔρρωσο. ἔτους ε Νέρωνος Ἐπεὶφ ιγ. ἀπόδος Νεμεσίωνι …σκιν …σὺν τῷ θεῷ θέλων