Ancient Greek
SB 14 11587
Documentary Papyri, SB 14 11587
Not analysed yet
…παρὰ Ταπαπέιτος τῆς Πάσιτος μετὰ κυρίου τοῦ συνγενοῦς Ἀδράστου τοῦ Διογένους. ὁ ἀνήρ μου Ἀβεῖς Ὥρου τελῶν τὴν λαικὴν σύνταξιν ἐπὶ κώμης Φιλαδελφείας ἐτελεύτησεν ἐν τῶι Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνοα ἐν τοῖς τετελευτηκόσι μ Ταπαπέϊς ὡς ἐτῶν με οὐλὴ ποδὶ δεξιῷ Ἄδραστος ὡς ἐτῶν ν οὐλὴ δακτύλῳ τρίτῳ χειρὸς δεξιᾶς. Ταπαπέϊς ἡ προγεγραμμένη μετὰ κυρίου Ἀδράστου τοῦ προγεγραμμένου ὀμνύω Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα μὴ ἐψεῦσθαι καὶ ἀληθῆ εἶναι πάντα τὰ προγεγραμμένα. εὐορκούσῃ μέν μοι εὖ εἴη, ἐφιορκούσῃ δὲ τὰ ἐναντία. …φδ…α…λ …