Ancient Greek
SB 6 9506
Documentary Papyri, SB 14 11626
Not analysed yet
…Ἀμμωνίωι τῶν ἀρχισωματοφυλάκων καὶ ἐπὶ τοῦ Λυκοπολίτου παρὰ Τοθοίους τοῦ Θοτορταίου ἱερέως τῶν ἐκ τοῦ ἐπὶ τοῦ κατὰ Λύκων πόλιν Ὄρους Ἑρμαίου. ὑπαρχουσῶν μοι ἡμερῶν γέρως κ ἐν τῶι σημαινομένωι ἱερῶι λειτουργῶ ἡμέραν α κατὰ μῆνα καὶ ἄλλας η ἑορταῖς θεῶν κα… εν ὁ πατήρ μου πρότερον καὶ τὰς τούτων καθηκούσας καρπείας καὶ προσόδους ……παρὰ τοῦ λαοῦ εἰς τὸ ἱερόν, κατὰ τὸ τρίτον ἀποφέρεται εἰς τὰ εἰσγενόμενα τοῦ λειτουργοῦντος ἀξιῶ οὖν καταχωρίσαι μου τὸ ὑπόμνημα ἐν χρηματισμῶι. ἔτους μϛ Θὼθ κα.