Ancient Greek
SB 14 11627
Documentary Papyri, SB 14 11627
Not analysed yet
ἔτους κα Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ ἀριθμήσεως Φαῶφι διέγραψε Διδύμῳ καὶ Δημητρίῳ μισθωταῖς ἱερατικῶν ὀνῶν Τεπτύνεως καὶ τῶν συνκυρουσῶν κωμῶν ……Ἡρακλᾶς υἱὸς Βελλῆτος γέρδιος ὑπὲρ δημοσίων τοῦ αὐτοῦ ἔτους ἐπὶ λόγου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, ἀριθμήσεως Ἁθὺρ ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, ἀριθμήσεως …ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, ἀριθμήσεως …ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, ἀριθμήσεως Φαμενὼθ ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, ἀριθμήσεως Φαρμοῦθι ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, ἀριθμήσεως Παυνῖ ἄλλας δραχμὰς τέσσερας, γίνονται δραχμαὶ δ, ἀριθμήσεως Μεσορὴ ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, κβ ἔτους Φαῶφι ὑπὲρ κα ἔτους δραχμὰς …,γίνονται δραχμαὶ …ἔτους α ἀριθμήσεως …η… διέγραψε …ὑπὲρ …δ διὰ λόγου …ἐπὶ λόγου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, …Τῦβι ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, …Φαρμοῦθι ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, …γίνονται δραχμαὶ δ, ἀριθμήσεως Μεσορὴ ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η