Ancient Greek
SB 14 11645
Documentary Papyri, SB 14 11645
Not analysed yet
Ἡρᾶς Διοσκόρῳ τῷ πατρί μου πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε εὖ διάγειν καὶ ὑγιαίνειν, καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς. εὐχαριστοῦμεν τοῖς θεοῖς τοῖς ἐνέγκασι ἡμᾶς ὑγιαίνοντας· ἐσώθημεν γὰρ ἀπὸ καμάτων μεγάλων καὶ ἀπὸ κινδύνων. ὀφείλεις δὲ καὶ σὺ εὐχαριστεῖν τοῖς θεοῖς ὅτι ἐσώθημεν. προσδόκα δὲ ἡμᾶς πρὸς τὰς τρύγας. εἴ τι δὲ κατὰ δύναμίν σοί ἐστιν ἐν τῇ οἰκίᾳ ποιεῖν, ποίησον· καὶ ἔργον σοι γενέσθω λούειν τὸν ὑειρον σου καθηστην ἡμέραν διὰ τὰ κ… παρήκουσα περὶ τῆς οἰκίας ὅπου οἰκῶ ὅτι ἐξηγόρασεν αὐτὴν ὁ Σαβῖνος. εἰ μέντοι γε οἰκονομεῖν ἐνοχλεῖ ὑμῖν Σαβῖνος περὶ τῆς οἰκίας ὡς μέλλων αὐτὴν καθελεῖν δηλονότι προνόησον τὴν θω… τε ὑπὸ Πειτεοῦ. ἀλλὰ γύμνασον ὅπως τὴν ἀπέναντι· ἤκουσα γὰρ ὅτι πωλεῖ μὴ ἀπελευσόμεθα εἰς τὰ π… ἀσπάζομαι τοὺς ἡμῶν πάντας καὶ τοὺς φιλοῦντας ἡμᾶς. ἐρρῶσθαι ὑμᾶς εὔχομαι καὶ …ὑγιαίνοντας καὶ εὖ διάγοντας. ἀπόδος Διοσκόρῳ παρὰ Ἡρᾶτος υἱοῦ. Αὐρηλ…