Ancient Greek
SB 14 11646
Documentary Papyri, SB 14 11646
Not analysed yet
Ἰσίδωρος Ταυσενοῦφι τῇ τιμιωτάτῃ πλεῖστα χαίρειν. πρὸ παντὸς εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. λίαν ἐλυπήθην περὶ τοῦ συνβίου σου ὡς περὶ Γερμανοῦ τοῦ ἀδελφοῦ μου. ἀλλὰ θάρσει καὶ γενναίως φέρε· πάντων γὰρ τὸ θανεῖν ἐστιν. ὑγιαινέτω τὰ τέκνα σου. ἀσπάζεταί σε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. κομιεῖς παρὰ τοῦ διδόντος σοι τὸ ἐπιστόλιον ἑκατὸν κάρυα. ἀντίγραψόν μοι περὶ τῆς σωτηρίας σου. ἀσπάζομαι τὰ τέκνα σου. ἐρρῶσθαί σε εὔχομαι. εἰς Βακχιάδα Οὐαλερίᾳ παρὰ Εἰσιδώρου.