Ancient Greek
SB 14 11647
Documentary Papyri, SB 14 11647
Not analysed yet
Ἰουλίῳ Κλαυδιανῷ τῷ κρατίστῳ ἐπιστρατήγῳ Αὐρήλιος Ἁρποκρατίων στρατηγὸς Μεμφείτου χαίρειν. τὴν ἐπιδοθεῖσάν μοι ὑπὸ Ἰσιδώρου δημοσίου γεωμέτρου ἐπίσκεψιν χωματικῶν καὶ διωρυχικῶν ἔργων τοῦ ἐνεστῶτος ἕκτου ἔτους τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ πέμψας σοι, κύριε μου, γράφω ἵνʼ εἰδῇς. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. ἔτους ἕκτου τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ. Ἰουλίῳ Κλαυδιανῷ.