Ancient Greek
SB 6 9571
Documentary Papyri, SB 14 11850
Not analysed yet
ἀπὸ τῆς Μάρκου Κλαυδίου Σαβείνου δημοσίας τραπέζης Ζωίλῳ Ζωιγᾶτος καὶ Καλλιμήδει Διογένους Ἀσκαλωνείταις ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιθ. Γάιος Λονγεῖνος Κέλερ καὶ Τιβέριος Κλαύδιος Χάρης ἃς ἐπέστειλαν ὑμῖν σὺν Σωστράτῳ καὶ Σώσῳ ἀμφοτέροις Διοπείθους Ἀσκαλωνείταις συνναυκλήροις ὑμῶν πλοίου ἀκάτου ᾧ ἐπιγραφὴ Ἀντίνοος Φιλοσάραπις Σώζων ἀλληλενγύοις εἰς ἔκτεισιν δάνειον ναυτικὸν κατὰ ναυτικὴν συνγραφὴν ἧς ἡ ἔνγειος παρʼ ἐμοὶ τῷ τραπεζίτῃ ἐπι…ω…κη…ω προγεγραμμένῳ πλοίῳ καὶ τοῖς τούτου σκεύεσι …ἐσχάτῳ ναύλῳ ὥστε ἔχειν ὑμᾶς τοὺς τέσσαρας ἀργυρίου τάλαντα ζ δραχμὰς Ερξ σὺν οἷς ἔχετε διὰ χειρὸς τάλαντα ζ δραχμὰς …ρξ τὰς λοιπὰς μὴ ἐλαττουμένου τοῦ ἑνὸς αὐτῶν Γαίου Λονγείνου Κέλερος περὶ ὧν ἄλλων ὀφείλει αὐτῷ Καλλιμήδης Διογένους …κατʼ ἔνγραφον ἀσφάλειαν …τοκ… ταλαντ …ἔχει Γάιος Λονγεῖνος πιττάκιον προανα …κλ…στο των π…ων