Ancient Greek
SB 14 11851
Documentary Papyri, SB 14 11851
Not analysed yet
Λουκρητιανὸς Λουκρητίῳ τῷ πατρὶ χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ Σαράπιδι. μένω ἕως γένηται ἡ ἀναγορία ἐπεὶ οὐ γέγονε τῇ εἰκάδι ἐπεὶ ὁ νομάρχης ἐξοίσει καὶ οὔπω τὸ ἔργον μου γέγονε αὐτοῦ χάριν, ἔμενον ὡς γένηται τάχα τὴν ἀναγορίαν. κόμισαι παρὰ Πλουσίου τὴν δι…κιαν Οὐαλερίου καὶ κέρματα πέντε. κεκόμισμαι παρὰ Οὐαλερίου δραχμὰς ζ καὶ δαλματικὴν καὶ μαφόρτην καὶ σφυρίδιον ἄρτων καὶ φοινίκια καὶ κρομμύδιον. ἄσπασαι Οὐετίαν καὶ Οὐαλεριανὸν καὶ τοὺς ἐνοίκους πάντας. ἔρρωσθε σὺ πάντες. δὸς Λουκρητίῳ ἀπὸ Λουκρητιανοῦ υἱοῦ.