Ancient Greek
SB 14 11876
Documentary Papyri, SB 14 11876
Not analysed yet
ἐξ …τοῦ κυρίου ἡμῶν Σεούηρου Ἀντωνείνου Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ· Λολιανὸς εἶπεν· τέλη ποικίλα ἐστὶν ἐν τῷ νομῷ ὧν μισθωτής ἐστιν, ἀλλὰ βαρύνει τοὺς γεωργούς τε καὶ τῆς ἀβρόχου χώρας τὴν μονοδεσμίαν ἀπαιτεῖ. δέονται νῦν τὰ μ… …τῶν τελῶν διὰ τῆς βουλῆς ἀπομισθοῦσθαι, τὰ δὲ τῇ γῇ ἐπιβάλλεσθαι, οἶμαι …ότερον ἀνθρώπου ἑνὸς ……ία τοσαύτῃ. Ἀντωνεῖνος Σεβαστὸς εἶπεν· ἐπιβηθλήσεται τοίνυν τοῖς πλουσιωτέροις. εἰ δʼ οὖν, τοὺς λεπτοὺς καὶ τοὺς ἀγροίκους οὐ βαρήσει ἡ ἐκ τοῦ ὁμολογου τῶν βουλευτῶν συμφωνεία.