Ancient Greek
SB 14 11877
Documentary Papyri, SB 14 11877
Not analysed yet
ὑπατείας Φλαουίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου τῶν ἱππέων Φαρμοῦθι ϛ. Αὐρηλίῳ Σαραπάμμωνι Παησίου ἀπὸ κώμης Φιλαδελφίας τοῦ Ἀρσινοείτου νομοῦ Αὐρήλιος Φιλέας Ἀμμωνίου κατοικῶν ἐν τῇ αὐτῇ κώμῃ Φιλαδελφίᾳ χαίρειν. ὁμολογῶ πεπρακέναι σοι καὶ καταγεγραφηκέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἅπαντα χρόνον τοὺς ὑπάρχοντάς μοι φοίνικας δύο, τὸν μὲν ἕνα πηχῶν δέκα ἐννέα καὶ τὸν ἄλλον πηχῶν δέκα ὀκτώ ,τιμης τῆς ἑσταμένης καὶ συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων ἑκατὸν εἴκοσι τεσσάρων, τάλαντα ρκδ, ἅπερ ἀπʼ ἐντεῦθεν ὁμολογῶ ὁ πεπρακὼς Αὐρήλιος Φιλέας εἰληφέναι παρὰ σοῦ τοῦ ὠνουμένου ἐκ πλήρους εἰς τὸ ἀπὸ τοῦ νῦν σὲ κρατεῖν καὶ κυριεύειν καὶ δεσποτεύειν αὐτῶν ἀκωλύτως. ἡ πρᾶσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φιλέας ὁ προκίμενος πέπραχα τοὺς προκιμένους φοίνικας δύο καὶ ἔσχον …ην …τη…υτ… ὡς πρόκιται. Αὐρήλιος Σαραπίων Ἰουλιανοῦ ἀπὸ τῆς Ἀλεξανδρείας κατοικῶν ἐν τῇ αὐτῇ κώμῃ ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. πρᾶσις φοινίκων δύο παρὰ Φιλέατος Ἀμμωνίου.