Ancient Greek
SB 14 11881
Documentary Papyri, SB 14 11881
Not analysed yet
κυρίᾳ μου μητρὶ Φαυστίνᾳ Ἀλλοῦς ἐν κυρίῳ χαίρειν. καιρὸν εὑροῦσα τοῦ γραμματηφόρου προσαγορεύω τὴν μητρικήν σου διάθεσιν, κυρία μου. ἐπεὶ τὰ γραφ… μοι δηλώσῃ …ειμεν δυνατὸν …ἐλθεῖν …διὰ …ι …πω… τα τῶν ὀρφανῶν παίδων τοῦ ἀδελφοῦ μου μὴ δυναμένη αὐτοῖς ἐπαρκεῖν γυνὴ οὖσα. εἰ μὲν οὖν εὐπορεῖς, ἀπόστειλόν μοι διὰ τοῦ γραμματηφόρου σίππης λίτρας δύο ἵνα νήσω καὶ δαπανήσω εἰς αὐτά. πολλά σε προσαγορεύω. ἀσπάζονταί σε τὰ νήπια παιδία. ἀσπάζομαι Κυριακὴν τὴν μητέρα. ἐρρῶσθαί σε εὔχομαι.