Ancient Greek
SB 14 11882
Documentary Papyri, SB 14 11882
Not analysed yet
τῷ δεσπότῃ μου ὡς ἀληθῶς κατὰ πάντα τιμιωτάτῳ ἀδελφῷ …Ἰωάννῃ Δωρόθεος. ἀκούσας, δέσποτα, εἰς τὰ κατὰ τὸν Ἀφύγγιον οὐκ ὀλίγως ἐσκοτώθη καίτοι γε πρὸ πολλοῦ τοῦτον τὸν φόβον ἔχων. διό, δέσποτα, τῆς σῆς μόνης παρουσίας ἐστὶν ἀνορθῶσαι μου τὴν ὑπόλημψιν καὶ ἐν τοῖς αὐτοῖς εἶναι ἡμᾶς ἐκ τῆς συστάσεως τῆς σῆς τελειότητος καὶ γὰρ εἰς ἐμὲ τὸ γενόμενον ἔφθασεν καὶ συμβαίνειν. πολλοὶ καὶ αὐτὸ τοῦτο ἐμοὶ λέγουσιν συνβάν. τῇ δὲ δυνάμει τοῦ κυβερνήσαντός με θεοῦ θαρροῦμεν. εἰ καὶ μηδὲν ἔχοντες ἰδίᾳ ἀλλὰ τὸ ἀλλότριον στήκει παρακαλῶ οὖν, δέσποτα, ἵνα τὰ δυνατὰ ποιήσῃς ἀνῦσαί μου τὰ εἴκοσι χρύσινα ἃ παρʼ αὐτῷ …τῷ δεσπότῃ μου Ἰωάνῃ Διοσκ…