Ancient Greek
SB 14 11887
Documentary Papyri, SB 14 11887
Not analysed yet
Πρώταρχος Ἡλιοδώρωι καὶ Ἀπολλωνίωι χαίρειν. ἐμβάλεσθε ἐπὶ τοῦ κατὰ Πτολεμαίδα ὅρμου ἐκ τοῦ περὶ Ἀνουβιάδα ἐργαστηρίου ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ κα ἔτους εἰς τὸν Ἡρακλείτου κέρκουρον ἀγωγῆς …ἐφʼ οὗ Ζμεῆρις πυροῦ φορικοῦ μέτρωι τῶι πρὸς τὸ χαλκοῦν ἀρτάβας χιλίας, γίνονται Α· οὗ δʼ ἂν ἐμβάλησθε πλήθους σύμβολον ποιήσασθε πρὸς τὸν ναύκληρον ὡς εἴθισται καὶ ἡμῖν ὡς ἂν ἀπαρτισθῆι διασαφήσατε ἐκπέμψαντες καὶ τὰ δείγματα. ἔρρωσθε. ἔτους κα Μεσορὴ δ. σιτολόγοις Ἡλιοδώρωι καὶ Ἀνουβιάδος Ἀπολλωνίωι …ἀρτάβαι χ …ἀρτάβαι υ …