Ancient Greek
SB 14 11888
Documentary Papyri, SB 14 11888
Not analysed yet
Πρώταρχος Ἡλιοδώρωι καὶ Ἀπολλωνίωι χαίρειν. ἐμβάλεσθʼ ἐπὶ τοῦ κατὰ Πτολεμαίδα ὅρμου ἐκ τοῦ περὶ Ἀνουβιάδα ἐργαστηρίου ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ κα ἔτους εἰς τὰ ὑπογεγραμμένα πλοῖα πυροῦ φορικοῦ μέτρωι τῶι πρὸς τὸ χαλκοῦν τὸ ἐφʼ ἑκάστου παρακείμενον πλῆθος ὃ συνάγεται ἀρτάβας πεντηκοσίας, γίνονται φ· οὗ δʼ ἂν ἐμβάλησθε πλήθους σύμβολον ποιήσασθε πρὸς τὸν ναύκληρον ὡς εἴθισται καὶ ἡμῖν ὡς ἂν ἀπαρτισθῆι διασαφήσατε ἐκπέμψαντες καὶ τὰ δείγματα. ἔρρωσθε. ἔτους κα Μεσορὴ δ. Ἀρατομένους ἀγωγῆς Δ ἐφʼ οὗ Ἀχιλλεὺς σν τοῦ αὐτοῦ ἀγωγῆς Δ ἐφʼ οὗ αὐτὸς σν γίνονται φ. σιτολόγοις Ἡλιοδώρωι καὶ Ἀνουβιάδος Ἀπολλωνίωι. …πλοίων β. ἀρτάβαι φ.