Ancient Greek
SB 14 11900
Documentary Papyri, SB 14 11900
Not analysed yet
…Ἡρακλείδῃ τῷ πατρὶ …χαίρειν. …πρὸ πάντων μὲν εὐχόμεθά σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιοῦμεν καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς ἐνθάδε θεοῖς εὐχόμενοί σοι τὰ κάλλιστα καὶ ἄριστα ἐν βίῳ. θαυμάζομεν πῶς οὐδεμίαν ἡμῖν, φίλτατε, ἔπεμψας ἐπιστολήν. καθὼς ἐνετειλάμεθά σοι κατʼ ὄψιν περὶ τούτου καὶ νῦν δὲ παρακαλοῦμέν σε ἵνα ταχέως, καθὼς ἐτάξω, παραγενέσθαι ἡμῖν. …ν σοῦ παραγενομένου ……ν. γίγωσκε δὲ ὅτι καθʼ ἑκάστην ἡμέραν ἐπιζητοῦμέν σε, καὶ Ζωὶς ἡ ἀδελφὴ καὶ …ὁ ἀδελφός, ὃς ἐνετείλατο αὐτῷ πέμψαι σε …,κύριέ μου πάτερ, ἧς σιδηρᾶ ……ἀλλὰ μὴ ἀμελήσῃς. παρακαλεῖ δέ σε, πάτερ, ὁ ἀδελφὸς ἵνα πέμψῃς αὐτῷ ἱμάτια, ἢ πορφυρᾶ ἢ …καὶ περὶ τούτου, πάτερ, ἱκετεύομεν μὴ ἀμελήσῃς. ἄσπασαι τὸν τιμιώτατον ἀδελφὸν …ῆσιν, Θεωνὶν τῆν τιμιωτάτην, …ωνα τὸν πατέρα …ν καὶ …σι Ἀρχιδᾶς καὶ Ἡρο…νου καὶ Ἀφροδεισία καὶ …ἕνεκα τοῦ …ὑπάρχοντος …συπτο …