Ancient Greek
SB 14 11901
Documentary Papyri, SB 14 11901
Not analysed yet
Εὐτέρπη Διδυμᾶι τῷ ἀδελφῷ χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς εὐχομένη σοι τὰ κάλλιστα ἐν βίῳ. ἀμεριμνότερόν σε θέλω εἶναι εἰδότα ὅτι, ἂν ἔλθῃς, γνώσῃ πῶς διῆγέ σου τὸ ταμιεῖον φιλοπόνως. ἄσπασαι πολλάκις Διονύσιον καὶ τοὺς παρʼ ὑμῖν πάντας, …καὶ Ἀγαθὸν Δαίμονα. ἀσπάζεταί σε Ἀφροδείτη. ἀγόρασόν μοι σακίον καλὸν τῆς τιμῆς. ἐρρῶσθαί σε εὔχομαι πανοικεῖ. ἀπόδος Διδυμᾷ τῷ ἀδελφῷ.