Ancient Greek
SB 14 11965
Documentary Papyri, SB 14 11965
Not analysed yet
ἔτους ιδ Γορπιαίου κα ἀπεδόθησαν οἱ μόσχοι Χαριλάωι· γίνονται οὖν ἀπὸ τούτου τοῦ μηνὸς ἕως Περιτίου τοῦ ἐν τῶι ιϛ ἔτει σὺν Πανήμωι ἐμβολίμωι μῆνες …καὶ ἡμέραι ι. τὸ καθʼ ἓν δʼ ἐστὶν τοῦ γενομένου εἰς αὐτοὺς ἀνηλώματος τοῦτο· μόσχοις ε τῆς ἡμέρας ἑκάστωι ἡμιωβέλιον γίνονται τῆς ἡμέρας δραχμὴ α ἡμιωβέλιον, εἰς δὲ μῆνα δραχμαὶ λζ 𐅵,καὶ μοσχοτρόφωι τοῦ μηνὸς δραχμαὶ η γίνονται τὸ κατὰ μῆνα δραχμαὶ με 𐅵,μηνῶν δὲ κβ καὶ ἡμερῶν ι γίνονται δραχμαὶ Αιϛ, καὶ τιτια καὶ σχοινία καὶ κεράμια εἰς πάντα τὸν χρόνον δραχμαὶ κδ, ἐνοίκιον τοῦ μοσχοτροφίου παντὸς τοῦ χρόνου δραχμαὶ μδ, τὸ πᾶν εἰς τὸ αὐτὸ δραχμαὶ Απδ, τούτων τόκος ἐνιαυτοῦ ἑνὸς ὡς ἀνὰ δραχμὰς β γίνονται σξ γίνονται εἰς τὸ αὐτὸ δραχμαὶ Ατμδ. καὶ ἄλλων μηνῶν η· χόρτου τιμὴ ὃ νεμόμενοι ἔξω κατεβόσκησαν καὶ εἰς τὸν χειμῶνα αὐτοῖς παρετίθετο ἑκάστωι ἀρτάβαι γ ὃ γίνονται ἀρτάβαι ιε ἀνὰ δραχμὰς ι γίνονται δραχμαὶ ρν, βουκόλωι τοῦ μηνὸς ἀνὰ δραχμὰς η γίνονται τῆς ὀκταμήνου ξδ …εἰς τὸ αὐτὸ …Αφνη. …