Ancient Greek
SB 14 11966
Documentary Papyri, SB 14 11966
Not analysed yet
Ἑρμίας Ἀπολλωνίου ὃς καὶ Ἀπολλῶς φυλακίτης δεκάρουρος ὀμώμοκα τὸν προγεγραμμένον ὅρκον βασιλικὸν εἰ μὴν παρειληφέναι …τητιν Μανρήους τὸν παρακληθέντα κατὰ προσαγγελίαν …ὃν καὶ ἀποκαταστήσω ἐπὶ Ἀχιλλέως τῇ …εἰκάδι τοῦ Παχὼν τοῦ ἐνεστῶτος …κοστοῦ ἔτους. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία. ἔγραψεν Θέων Ἡρώδου φυλακίτης δεκάρουρος ἀξιωθεὶς ὑπʼ αὐτοῦ διὰ μὴ ἐπίστασθαι γράμματα. Ἑρμίας Ἀπολλωνίου ὃς καὶ Ἀπολλῶς φυλακιτης δεκάρουρος ὁμολογῶ ὀμνύω παρειληφέναι.