Ancient Greek
SB 14 12049
Documentary Papyri, SB 14 12049
Not analysed yet
……ἐκ μητρὸς Σοφίας γεωργοῦ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐπὶ τριετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ …ἰνδικτίονος καὶ αὐτῆς τὴν ὑποτεθεῖσάν σοι ὑπὲρ Ἀηρείωτος …τως σπορίμης γῆς ἄρουραν μίαν τέταρτον δ …μέρει τοῦ ἐκεῖσε λάκκου καὶ τοῦ τόπου …καὶ βοοστασίου καὶ παντὸς δικαίου ἀπὸ ἀρουρῶν δέκα …κατὰ κοινωνίαν τῶν ὑπολοίπων κοινωνῶν ὑπὲρ τῶν ὑπολοίπων ἀρουρῶν εἰς συμπλήρωσιν τῶν αὐτῶν δέκα τοῦ ὅλου γεωργίου ἀρουρῶν σὺν τῷ προειρημένῳ ὁλοκλήρῳ λάκκῳ οὐσῶν ἐν τῷ ἀπηλιώτῃ τῆς αὐτῆς πόλεως ἐν περιχώματι Εἴνας ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης …εως τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι φόρου τῆς αὐτῆς γῆς κατʼ ἔτος …ς …ὅνπερ φόρον μετρήσω καὶ ἀποδώσω τῷ Ἐπεὶφ μηνὶ ἐνιαύσιον ἀνυπερθέτως νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ καὶ ἀποκαταστήσω τὸν αὐτὸν φόρον εἰς οἶκόν σου ἐν Ἑρμουπόλει τοῖς ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ος Πεεῦτος …μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος …ειαξης Κοσμᾶ …