Ancient Greek
SB 14 12050
Documentary Papyri, SB 14 12050
Not analysed yet
ὑπατείας Φλαουίων Ἰωάννου καὶ Παυλίνου τῶν λαμπροτάτων Χοιὰκ …ζ ἰνδικτίονος …Φλαουίᾳ Ἀφθονίᾳ τῇ λαμπροτάτῃ καὶ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς περιβλέπτου μνήμης Σερήνου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίων Ψύρου Πίνετος καὶ Πίνετος καὶ Νωίου υἱῶν τοῦ προγεγραμμένου Ψύρου ἐκ μητρὸς …ἀπὸ ἐποικίου Μονοὶ τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλληλανάδοχοι ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς λαμπρότητος ἐπὶ …ετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς …ὀγδόης ἰνδικτίονος τὸ ὑπάρχον τῇ σῇ σ… ὁλόκληρον ἀρουρῶν ἑξήκοντα ὀκτὼ σὺν ἀμπελῶνι ἑτέρων ἀρουρῶν …καὶ λάκκῳ διακείμενον ἐν τῇ αὐτῇ πεδιάδι πρὸς γεωργικὴν καὶ ἀμπελουργικὴν ἐπιμέλειαν καὶ φιλοκαλίαν φόρου τῶν αὐτῶν ἀρουρῶν ἑξήκοντα ὀκτὼ κατʼ ἔτος ἔν τε συμβρόχῳ καὶ ἀβρόχῳ σίτου ἀρταβῶν τετρακοσίων τεσσαράκοντα πέντε, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσομεν καὶ μετρήσομεν ἐξ ἀλληλυγγύης τῷ Ἐπεὶφ μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως, δώσομεν δὲ κατʼ ἔτος λόγῳ συνηθείας τοῦ αὐτοῦ γεωργίου καὶ ῥαφανελαίου ξέστας πεντ… ἐν ἐλαίῳ καλλίστῳ καὶ εὐαρέστῳ τῷ σῷ ξέστῃ καὶ μέλιτος ξέστας …τῷ σῷ ξέστῃ καὶ τυροὺς εὐαρέστους διακοσίας πεντήκοντα καὶ δελφάκια ἓξ κάλλιστα καὶ εὐάρεστα καὶ ἄρτων ἁπαλῶν ζεύγη ἑκατὸν καὶ σταχύων δέματα ἑκατὸν καὶ οἴνου διδιπλᾶ ὀκτώ, δώσομεν δὲ κατʼ ἔτος οὐδὲν ἧττον καὶ χόρτου ἀρούρης μιᾶς καὶ ἀχύρου σιτίνου μώια ἑκατὸν καὶ ὑπὲρ κατανομῆς τοῦ αὐτοῦ γεωργίου χρυσοῦν ἥμισυ …ἑτοίμως δὲ ἔχομεν τὴν ὑδροπαροχίαν ἐκτελέσαι τοῦ αὐτοῦ χωρίου τῶν …διʼ ἡμετέρων βοικῶν ζῴων καὶ τροφῶν αὐτῶν καὶ μισθῶν …ἐν μὲν χειμῶνι δεύτερον τοῦ μηνός, τῷ δὲ θέρει διʼ ἡμερῶν ὀκτὼ ἀμέμπτως καὶ ἀκαταγνώστως καὶ ἀκαταφρονήτως, ἐφʼ ᾧτέ σε τὴν γεοῦχον δέξασθαι ἥμισυ μέρος παντὸς τοῦ ἐκβησομένου οἴνου καὶ ἡμᾶς μετὰ τοῦ ἀμπελουργοῦ ἔχειν τὸ ἄλλο ἥμισυ μέρος ἀνθʼ ὧν ποιούμεθα καμάτων, ἐξαιρέτως δέ σε τὴν γεοῦχον λαβεῖν ἀπὸ τοῦ κοινοῦ πίθου κατʼ ἔτος ὑπὲρ πρωτολήνου οἴνου μέτρα ἑκατόν. ὑποκειμένων τῇ σῇ λαμπρότητι εἰς ταύτην τὴν μίσθωσιν πάντων ἡμῶν τῶν ὑπαρχόντων καθάπερ ἐκ δίκης, τὸ γράμμα τῆς μισθώσεως κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ψῦρος Πένητος καὶ Πινᾶς καὶ Νώιος οἱ προκείμενοι μεμισθώμεθα ἐξ ἀλληλεγγύης ὡς πρόκειται. Αὐρήλιος Μηνᾶς Σερήνου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Βίκτωρ Ἀλῆτος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Φοιβάμμων Πέτρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ἰωσῆφις Ἑρμαπόλλωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦ Πινουτίωνος ἐγράφη …μίσθωσις Ψύρου Πίνετος καὶ Νωίου υἱῶν ἀπὸ κώμης Μονοὶ τοῦ Ἑρμουπολίτου νομοῦ.