Ancient Greek
SB 14 12089
Documentary Papyri, SB 14 12089
Not analysed yet
Ὁρῆνις Σωσιβίωι χαίρειν. Πετεσούχου τοῦ προεστηκότος τῶν ἐν Θμοιοβάστει φυλακιτῶν παραγενομένου πρὸς ἡμᾶς προεφέρετο γεγενῆσθαί τινας λείας ἐπὶ τῆς βασιλικῆς ἅλω τῆι νυκτὶ τῆι φερούσηι εἰς τὴν ε τοῦ Παχὼν καὶ ᾠχῆσθαι ἔχοντας εἰς πυροῦ ἀρτάβας ιδ καὶ τούτου τὴν ἀναζήτησιν ποιουμένου μετὰ τῶν φυλακιτῶν εὑρεῖν ἀπὸ τοῦ διενεχθέντος πυροῦ ἐν τῆι Πετεσούχου τοῦ Ὥρου οἰκίαι εἰς πυροῦ μέτρα ὀκτώ ,ἃ καὶ προέδωκεν Ἀγαθίδι φυλακίτηι παρόντων καὶ ἡμῶν, ὁμοίως δὲ καὶ ἐν τῆι Καλῆτος ἅλῳ εὑρεῖν εἰς πυροῦ μέτρα ϛ τεθαμνισμένα καὶ κατασφραγισάμενοι μετηνέγκαμεν εἰς τὸν βασιλικὸν θησαυρόν. ἐπεὶ οὖν ὅ τε Πετεσοῦχος καὶ Καλῆς μεταλαβόντες ἀνακεχώρηκαν, ἀναφέρω, ἵνʼ εἰδῆις. ἔρρωσο. ἔτους μ Παχὼν ιε …Σωσιβίωι.