Ancient Greek
SB 14 12090
Documentary Papyri, SB 14 12090
Not analysed yet
Λεῦκις Θέωνι τῶι τιμιωτάτωι χαίρειν. ἔγραψας ξυλαμῆσαι ἐν ὅλῃ τῇ Πώκει. Σκευᾶς δὲ ἐλθὼν ἔφη μοι μὴ ξυλαμᾶν ἐν τῇ μερίδι τοῦ ἀπὸ Νεσμείμεως. εἰσὶν οὖν τρεῖς ἡμέραι, ἀφʼ οὗ ἀπεκαλύφη. φοβηθεὶς οὖν ἕνεκα ἧς ἔγραψάς μοι ἐπιστολῆς σήμερον οὖν ἐξυλάμησα. ἔσχον παρὰ Σκευοῦ χορτοσπέρμου ἀρτάβας κζ 𐅵,ἀλλα τὸ 𐅵καὶ 𐅵ἀχύρου καὶ χορτοσπέρμου ἔδου. ἐὰν οὖν θελῃς, ἔχεις ἀγοράσαι εὔωνον καὶ καθάρια. εἰ δὲ μή, γράψον αὐτῷ, ἵνα παρόντος αὐτοῦ λικμηθῇ πρὸς ἄνεμον. ἔπεμψά σοι διὰ Παράμμωνος τὰ βιβλία. πέμψον μοι τὰς δραχμὰς ρ. ἐρρῶσθαί σε εὔχομαι. ……ἐπιτροπ Αὐρηλίωι Θέωνι