Ancient Greek
SB 14 12143
Documentary Papyri, SB 14 12143
Not analysed yet
Ἡρακλείδης Νεμεσίωνι τῶι φιλτάτωι χαίρειν. καλῶς οὖν ποιήσεις ὑφέξεις τοῖς περὶ Πανετβηοῦιν καὶ Πετεσοῦχον Ἐσούριος καὶ Πετεσοῦχον τὸν ἀδελφὸν αὐτοῦ καὶ Νεφερᾶν ταυροτάφον καὶ τοὺς περὶ Νικάνωρα τὸν πολίτην καὶ Ὀννῶφριν μέχρι τοῦ σοι παραγένωμαι ἐπεὶ πολλὰ μετεωρίζομαι ὧδε ἄνω. ἤμην παρατεθεικὼς Σαμβοῦτι δραχμὰς δύο χάριν τοῦ ἀντιγράφου τῆς ἐπιστολῆς. ἐρωτηθεὶς ἀπελεύσηι πρὸς Πατύνιον τοῦ Μάλου καὶ ἐρωτήσεις αὐτὸν περὶ κλημάτων. ἐὰν δῷ πέμψον αὐτὰ τῷ Σαραπίωνι γραμματεῖ τοῦ στρατηγοῦ. ἔρρωσο. ἔτους …Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ια.