Ancient Greek
SB 14 12144
Documentary Papyri, SB 14 12144
Not analysed yet
ἐντυχὼν πολλοῖς οἰηθεῖσιν μαντείας τρόποις ἐξαπατᾶσθαι εὐθέως ἀναγκαῖον ἡγησάμην περὶ τοῦ μηδένα κίνδυνον τῇ ἀνοίᾳ αὐτῶν ἐπακολουθῆσαι σαφῶς πᾶσιν ἐνταῦθα διαγορεῦσαι εἴργεσθαι τῆς ἐπισφαλοῦς ταύτης περιεργίας. μήτʼ οὖν διὰ χρησμῶν ἤτοι ἐνγράφων διὰ γραφῶν ὡς ἐπὶ τοῦ θείου διδομένων μήτε διὰ κωμασίας ἀγαλμάτων ἢ τοιαύτης μαγγανίας τὰ ὑπὲρ ἄνθρωπόν τις εἰδέναι προσποιείσθω καὶ τὴν τῶν μελλόντων ἀδηλίαν ἐπαγγελλέσθω μήτε τοῖς περὶ τούτου πυνθανομένοις ἑαυτὸν ἐπιδιδότω ἢ ὅλως ἀποκρινέσθω. ἐὰν δέ τις τῇ ἐπαγγελίᾳ ταύτῃ παραμένων φωραθῇ, πεπείσθω ὅτι τῇ ἐσχάτῃ τιμωρίᾳ παραδοθήσεται. τῆς ἐπιστολῆς ταύτης τὸ ἀντίγραφον δημοσίᾳ ἔν τε ταῖς μητροπόλεσιν καὶ κατὰ κώμην φανεροῖς καὶ εὐαναγνώστοις τοῖς γράμμασιν ἕκαστος ὑμῶν εἰς λεύκωμα προθεῖναι προνοησάτω, καὶ διὰ παντὸς πολυπραγμονείτω καὶ ἐάν τινα παρὰ τὰ ἀπηγορευμένα πράσσοντα εὕρῃ, δεδεμένον ἐπὶ τὴν ἐμὴν διάγνωσιν πεμψάτω· οὐδὲ γὰρ ὑμῖν ἀκίνδυνον ἔσται, εἰ μάθοι αὖ τοιούτων τινῶν ἐν τοῖς ὑφʼ ὑμᾶς νομοῖς περιορωμένων ἀλλὰ τὴν ἴσην κόλασιν τοῖς σκεπομένοις ὑποστήσεσθε. ἐκείνων μὲν γὰρ ἕκαστος, εἰ καὶ τὰ παρὰ τὰ ἀπειρημένα τολμᾷ, εἷς γέ ἐστιν, ὁ δὲ μὴ πανταχόθεν αὐτοὺς ἐπισχὼν πολλοῖς κινδύνου αὐτὸς αἴτιος γεγένηται. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν …