Ancient Greek
SB 14 12168
Documentary Papyri, SB 14 12168
Not analysed yet
Ἱέρακι βασιλικῷ γραμματεῖ διαδεχομένῳ τὰ κατὰ τὴν στρατηγίαν. Πεκύσιος Θέωνος μητρὸς Σινπετσίριος καὶ Παποντῶς ὁ καὶ Λεοντᾶς Πανεμγέως μητρὸς Θερμουθίου ἀμφότεροι ἀπὸ κώμης Σέφθα τῆς κάτω τοπαρχίας εἰσδοθέντες ὑπὸ τοῦ τῆς κώμης κωμογραμματέως πρὸς παράλημψιν ἰδιωτικῶν ὄνων ὀμνύομεν Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν παραλαβεῖν τοὺς συνφωνηθέντας τῷ αὐτῷ κωμογραμματεῖ ὄνους …ταις κ… …ἐν Ἀρσινοείτῃ ……τὴν δημοσίαν χρείαν καὶ προσκαρτερήσειν αὐτῇ ἀδιαλείπτως μέχρι οὗ ἀπολυθῶμεν ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχὶρ ιε. Πεκύσιος Θεωνος καὶ Παποντῶς ὁ καὶ Λεοντᾶς Πανεμγέως ὠμόσαμεν τὸν ὅρκον. Πεκύσιος ἔγραψα ὑπὲρ Παποντῶτος ἀγραμμάτου ὄντος.