Ancient Greek
SB 14 12169
Documentary Papyri, SB 14 12169
Not analysed yet
ἀρτάβαι Βπθ Τῦβι λ ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Δύστρου λ Τῦβι λ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Νυμφόδοτος Μόσχου Καίσαρος οἰκονόμου οὐικάριος ὡς ἐτῶν τριάκοντα τριῶν οὐλὴ ὀφρύι ἀριστερᾷ ἐπακολουθοῦντος …ου Διογένους ὡς ἐτῶν πεντήκοντα ἓξ οὐλὴ ὀφρύι ἀριστερᾷ Σωτηρίχῳ Σωτηρίχου σιτολόγωι κώμης Μαγδώλων καὶ ἄλλων κωμῶν τῆς Πολέμωνος μερίδος ὡς ἐτῶν τριάκοντα ἑπτὰ οὐλὴ μετώπῳ μέσωι μεμετρῆσθαι καὶ ἐμβεβλῆσθαι ἀπὸ ὅρμου Καινῆς ἀπὸ γενήματος τοῦ τρεισκαιδεκάτου ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου ἀφʼ οὗ ὁ Σωτήριχος σὺν τοῖς μετόχοις χειρίζει δημοσίου χειρισμοῦ τῶν προκιμένων κωμῶν ὥστε εἰς τὰς ἐν Θηβαίδι στρατιωτικὰς χρείας καὶ Ἐρυθραικοὺς λαοτόμους κριθῆς μέτρωι δημοσίωι ξυστῶι καγκέλλωι ἀρτάβας …