Ancient Greek
SB 14 12171
Documentary Papyri, SB 14 12171
Not analysed yet
……ἐμὲ τὸν Χαιρᾶν ἀποκαταστῆσαι τῷ Νίλῳ ἀπὸ τῶν ὑπαρχόντων ἀπὸ μὲν τῶν περὶ Κερκεσοῦχα ἐν τόπῳ Σωκρατίωνι λεγομένῳ ἀρούρας δύο καὶ ἐν τόπῳ Περιχώματος νεοφύτου ἄρουραν μίαν ἀπʼ ἀρουρῶν τριῶν καὶ ἐλαιῶνος ἀρούρης ἥμισυ τέταρτον καὶ ἐμὲ τὸν Χαιρᾶν τὰς λοιπὰς ἐπὶ τὸ αὐτὸ τῶν ἐμῶν περὶ κώμην Κερκεσοῦχα ἀρούρας πέντε ἐν δυσὶ σφραγῖσι ἐν μὲν τόπῳ Ἡρακλείδῃ τρεῖς καὶ ἀπʼ ἀρουρῶν τριῶν ἀρούρας δύο καὶ περὶ Καρανίδα φοινικῶνος ἄρουραν μίαν ,καὶ μὴ ἐνκαλεῖν με τῷ Νίλῳ περὶ ὧν παρέδωκα αὐτῷ μηδὲ ἐπελεύσεσθαι μήτε ἄλλον τινὰ ὑπὲρ ἐμοῦ κατὰ μηδένα τρόπον, μηδὲ αὐτὸν τὸν Νῖλον ἐνκαλεῖν μηδὲ ἐπελεύσεσθαι μηδὲ τοὺς παρʼ αὐτοῦ ἐνκαλεῖν μοι περὶ ὧν προπεποίηται ἐνκλήσεων καὶ ἐπιδόσεων βιβλιδίων μηδὲ περὶ ἑτέρου τινὸς ἁπλῶς πράγματος κατὰ μηδένα τρόπον. κύριον ἔστω τὸ χειρόγραφον τοῦτο δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ὁπότε δὲ ἂν βούληται, τὴν ἀπογραφὴν ποιήσηται τῶν ἀνηκουσῶν αὐτῷ ἀρουρῶν διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης. ἔτους δευτέρου τριακοστοῦ Λουκίου Αἰλείου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Τῦβει γ.