Ancient Greek
SB 14 12172
Documentary Papyri, SB 14 12172
Not analysed yet
Πτολλᾶς Ἰσᾶτι πλεῖστα χαίρειν καὶ ὑγιαίνειν. γίγνωσκε ὅτι ἐν τῇ ἐπιστολῇ ἣν ἀπέστειλά σοι οὐκ ἐνῆν τοῖς ἐκεῖ γεγραμμένοις ὅτι δός τινι τόκον. οὐ δὲ κεφάλαιον. γέγραφα δέ σοι λέγων ὅτι ἐστὶ δύο ἔτη ἐξ ὅτου κέχρησαι τὸ κερμάτιον, οὐ δὲ φάσιν ἀπέστειλας ἐμοί. ἐγὼ γὰρ μή εἰ ἤδη ὅτι πιστὸς εἶ οὐκ ἂν ἔχρησά σοι. εἰδὼς τὴν σὴν πίστιν οὐδενὶ ἔδωκα τὸ γράμμα. ἄν εὕρῃς τινὰ πιστὸν δισουζυν…κι… φήσαντα τὸν τόκον καὶ τὸ κεφάλαιον ἀπόστειλον. ἔτους λζ Καίσαρος Θὼθ ε. ἔρρωσο.