Ancient Greek
SB 14 12173
Documentary Papyri, SB 14 12173
Not analysed yet
κυρίᾳ μου μητρὶ Μοιροῦτι πλεῖστα χαίρειν. τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν καὶ τοῦ κυρίου μου ἀδελφοῦ Ἀφρεινγίου καὶ τῆς συνβίου αὐτοῦ τῆς ἀδελφῆς μου Ζηνοβίας. εὔχομαι ὑμᾶς ἀμφοτέρους ὁλοκληρεῖν. ἀσπάζεται ὑμᾶς ἡ ἀδελφὴ ὑμῶν Ματρῶνα. ἀσπάζομαι τὸν υἱόν μου Σεραπίωνα καὶ Σιλβανὸν καὶ Ἀπολλώνιον τὸν δεσπότην μου. πᾶν ποίησον, Ἀφρείνγιε, σπαθίον μοι γάρου ὁμοῦ καὶ ἀνήσου πέμψαι μοι καὶ ἐπείγει αὐτοῦ ἀνάγκῃ ὡς εἰς θεραπευτήρια τῶν παιδίων μου. πέπομφάς μοι φάσιν ὅτι ἔρχεται Ζηνοβία καὶ ὁ ἀδελφὸς αὐτῆς· μεμενήκαμεν καρτεροῦντες ἐπάνω τοῦ ποταμοῦ. ἀσπάζομαι τὴν θυγατέρα μου Μάραν σὺν τῇ ἀδελφῇ αὐτῆς. ἀσπάζομαι Δημητρίαν σὺν τοῖς τέκνοις αὐτῆς. ἀσπάζομαι ἅμα Χ… καὶ ἄπα Γάνιν σὺν τοῖς αὐτῶν. ἀσπάζομαι τὴν ἀδελφὴν Ἀφύγγιτος. ἀσπάζεται …α πάντας κατʼ ὄνομα τοὺς φιλοῦντας ἡμᾶς πάντας. ἀσπάζομαι Σάκε μετʼ Ἰάνει. ἀπόδος εἰς τὴν τοῦ ἄπα Κῦρι Λολοῦτος εἰς ἄμφοδον Ἱερακείου.