Ancient Greek
SB 14 12177
Documentary Papyri, SB 14 12177
Not analysed yet
χαῖρε κύριέ μου τέκνον Ἀπολλώνιε· Σαραπίων σε προσαγορεύω. κομισάμενοί σου γράμματα σήμερον ἥ ἐστίν κ λίαν ἐχάρημεν, καὶ πάνυ ἡμᾶς ηὔφρανας διʼ ὧν ἐδήλους τὸ πρᾶγμα ἤδη ἀνύεσθαι. τάλαντον ἰσχάδων ἐρχόμενος ἡμῖν ἔνεγκον. ἀσπάζεταί σε Ἀπκοῦις καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ Ἡρ…ναρ… καὶ οἱ ἡμῶν πάντες. Ερ…νο… Εὐδαίμονα Διονύσιον Ἀγαθίον …ιον προσαγόρευε. …καὶ συκαμίνου κλάδιον αμ… ἀπόδος Ἀπολλωνίωι …